Ιερός Ναός ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ Καστέλλας Πειραιώςαυτού του ιστολογίου

Εμφάνιση αναρτήσεων με ετικέτα παρακλητικός κανών. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα παρακλητικός κανών. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 17 Νοεμβρίου 2020

Παρακλητικός κανών για τον κορονοίό.

Παρακλητικός κανών για τον κορονοιό από τον


πατέρα Παύλο Δημητρακόπουλο Αρχιμανδρίτη




 




Παρακλητικός Κανὼν

Ψαλλόμενος εἰς Ἀπειλὴν Λοιμικῆς Ἀσθενείας

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου


Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΑΝΑΓΝΩΣΤΗΣ

Ἀμήν.


Ψαλμὸς ΡΜΒʹ (142).


Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ

δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς

νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν

ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς

χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ

ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν

ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς

σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν

τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ

ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου

ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Καὶ εὐθὺς τό· Θεὸς Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς·

ΧΟΡΟΣ


Ἦχος δʹ.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Τροπάρια.


Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Ὁ ἰατρὸς τῶν χαλεπῶς ἀσθενούντων, καὶ ἀντιλήπτωρ τῶν εἰς σὲ ἐλπιζόντων, ὁ πάντας θέλων Κύριε, σωθῆναι

τοὺς βροτούς, ἐφ' ἡμᾶς ἐπίβλεψον, ἀπὸ θρόνου σου δόξης, καὶ κραυγῆς ἐπάκουσον, ἐκ βαθέων βοώσης· Ἐκ

τοῦ λοιμοῦ ἀπάλλαξον ἡμᾶς, τῆς ἀπειλῆς ὡς Θεὸς πολυεύσπλαγχνος.

Δόξα· καὶ νῦν.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.


Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,

Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


ΑΝΑΓΝΩΣΤΗΣ


Ψαλμὸς Nʹ (50).


Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ

ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν

ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ

πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ

γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ

ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με,

καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα

τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου

ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ

ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν

ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ

ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ

γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,

καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου

τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ

ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ΧΟΡΟΣ


Ὁ Κανών


οὗ ἡ Ἀκροστιχὶς ἐν τῷ δ´ Τροπαρίῳ ἑκάστης Ὠιδῆς· «Κυρίλλου».


Ὠδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


Τριὰς Παναγία ὁ Εἷς Θεός, τὴν σὴν εὐσπλαγχνίαν, ἡμῖν δεῖξον τοῖς ταπεινοῖς, καὶ παῦσον λοιμοῦ

θανατηφόρου, τὴν ἐπελθοῦσαν πολύπονον μάστιγα.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Λοιμοῦ ἐνεστῶτος ἐπιδρομή, συνέχει Οἰκτίρμων, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον τὸν λαόν

σου, τὸν εἰς σὲ μόνον ἐλπίζοντα, Κύριε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Εὐχαῖς Ἀποστόλων καὶ Προφητῶν, Μαρτύρων, Ὁσίων, θεοφόρων Ἱεραρχῶν, ἵλαθι Οἰκτίρμων τοῦ λαοῦ σου,

καὶ ἐκ λοιμοῦ τοῦ κινδύνου διάσωσον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Κυρία Παρθένε Μῆτερ Θεοῦ, τῶν ἀπεγνωσμένων, γλυκυτάτη καταφυγή, ἡμᾶς ἐν λοιμοῦ τοῦ ἐνεστῶτος, τῇ

περιστάσει χορήγει παράκλησιν.


Ὠδὴ γʹ. Οὐρανίας ἁψῖδος.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Στεναγμοὺς τῆς καρδίας, σῶν οἰκετῶν ἄκουσον, σπλάγχνοις ἐν πολλῶν οἰκτιρμῶν σου, Εὔσπλαγχνε Κύριε,

καὶ ἀποσόβησον, τῆς λοιμικῆς ἀῤῥωστίας, τάχιστα τόν κίνδυνον, ἀπὸ τῶν τέκνων σου.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὢ Τριὰς Παναγία! ὢ Ἀγαθὲ Κύριε! σὲ γονυπετοῦντες ἐν πίστει, καθικετεύομεν· Δεῦρο ἐλέησον, τὰ πλάσματά

σου Οἰκτῖρμον, καὶ λοιμοῦ ἀπάλλαξον, λύμης καὶ θλίψεως.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὴν ταπείνωσιν ἴδε, σῶν οἰκετῶν Δέσποτα· ἄφες τὰς πολλὰς ἁμαρτίας, ἡμῶν δεόμεθα, καὶ ῥῦσαι Δέσποτα, ἐκ

τῆς παρούσης ἀνάγκης, γένος τὸ ἀνθρώπινον, ὡς πολυεύσπλαγχνος.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Ὑπερύμνητε Κόρη, ἡ τὸν Θεὸν τέξασα, τὸν τὰς ἀσθενείας καὶ νόσους, βροτῶν βαστάσαντα, ἀτρώτους

φύλαττε, ἐκ λοιμοφόρου ἀνάγκης, τοὺς πιστοὺς ἱκέτας σου, τῇ προμηθείᾳ σου.


Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως

σωθῆναι θέλεις ἀνθρώπους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς

ψυχῆς μου τὸ ἄλγος.


ΧΟΡΟΣ


Κάθισμα.

Ἦχος βʹ. Τὰ ἄνω ζητῶν.


Ἁγία Τριάς, ὁ Εἷς Θεὸς καὶ Κύριος, τῆς βροτολοιγοῦς, ἐπιδραμούσης θλίψεως, τὸν λαόν σου λύτρωσαι, τὴν

ὑγείαν πᾶσι δωρούμενος· τοῦ σοῦ ἐλέους πλήρης γὰρ ἡ γῆ, καὶ σοὶ προσκυνοῦμεν Παντοδύναμε.


Ὠδὴ δʹ. Εἰσακήκοα Κύριε.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀνεξάντλητον πέλαγος, οἰκτιρμῶν ὑπάρχων Εὔσπλαγχνε Κύριε, μὴ ἐάσῃς ἀπολλύμενον, λοιμικῆς ἐκ νόσου

τὸ ἀνθρώπινον.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σοὶ δακρύοντες λέγομεν· Ἐπὶ τὸν λαόν σου Σῶτερ σπλαγχνίσθητι, καὶ τῆς νόσου τὴν κατήφειαν, εἰς χαρὰν

τελείαν μεταποίησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Φιλανθρώπως οἰκτείρησον· τῆς φωνῆς ἐπάκουσον ἡμῶν Δέσποτα, καὶ διάσωσον ὡς εὔσπλαγχνος, ἀπὸ τῆς

εὑρούσης ἡμᾶς θλίψεως.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Ῥῶσιν δίδου καὶ δύναμιν, ἐν τῇ ἐνεστώσῃ ἀνάγκῃ ἅπασι, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, Θεοτόκε Κόρη

Ἀειπάρθενε.


Ὠδὴ εʹ. Φώτισον ἡμᾶς.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἄλλον σου Θεόν, οὐ γινώσκομεν καὶ Κύριον· σοῦ δεόμεθα ἀφάνισον ταχύ, ἀσθενείας τὴν φορὰν ὡς

Πολυέλεος.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, Παντοδύναμε καὶ πλήθει οἰκτιρμῶν, ἐν ὑγείᾳ τὴν ζωὴν ἡμῶν

συντήρησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Δίκαιος εἶ σύ, καὶ δικαία εἶ ἡ κρίσις σου· Ἀλλὰ πρόφθασον Φιλάνθρωπε ἡμᾶς, τῆς φονίου ἀσθενείας

ἐξαιρούμενος.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Ἴδε συμπαθῶς, ἐφ' ἡμᾶς Παρθένε Ἄχραντε, καὶ λοιμοῦ τῆς ἐπελθούσης ἀπειλῆς, ἀνωτέραν τὴν ζωὴν ἡμῶν

συντήρησον.


Ὠδὴ Ϛʹ. Τὴν δέησιν ἐκχεῶ.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀσθένειαν τὴν ἡμῶν Φιλάνθρωπε, ὁ φορέσας δι' ἀφάτου ἀγάπης, τῆς συνεχούσης ἡμᾶς ἀνυποίστως, ἐκ τοῦ

λοιμοῦ χαλεποῦς ἀπογνώσεως, ἀπάλλαξον ὡς ἀγαθός, παρορῶν τὰ ἡμῶν ἁμαρτήματα.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θαυμάσια ὁ ποιῶν καὶ τέρατα, ἀριθμὸς ὧν οὐχ ὑπάρχει Οἰκτίρμων, τῆς ἐπελθούσης δεινῆς ἀσθενείας, τὴν

τρικυμίαν ἐν τάχει κατάπαυσον, καὶ εἰς λιμένα γαληνόν, τῆς ὑγείας ἡμᾶς ἐγκαθόρμισον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Βαλλόμενοι ἀπειλῇ Φιλάνθρωπε, τοῦ θανάτου ἐκ λοιμοῦ πανωλέθρου, σοὶ καταφεύγομεν αἵροντες χεῖρας,

ἱκετηρίους καὶ κλαίοντες κράζομεν· Ἀπολλυμένους νῦν ἡμᾶς, Ἐπιστάτα Οἰκτῖρμον βοήθησον.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Λαῷ σου, τῷ εὐσεβῶς δοξάζοντι, τὸν ἐκ σοῦ ἀνερμηνεύτως τεχθέντα, τῇ μητρικῇ σου στοργῇ καὶ ἀγάπῃ,

Θεοκυῆτορ ἀπέργασαι ἵλεων, ἵνα λυτρώσηται αὐτός, ἐκ λοιμοῦ τοὺς δι' οὓς ἐνηνθρώπησεν.


Διάσωσον Τριὰς Ἁγία, ὁ Κύριος τοῦ ἐλέους, ἀπὸ λοιμοῦ τῆς ἀνάγκης καὶ θλίψεως, οὓς φιλανθρώπως

σωθῆναι θέλεις ἀνθρώπους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα

μητρικὴν παῤῥησίαν.

ΧΟΡΟΣ


Κοντάκιον.


Ἦχος βʹ. Τοῖς τῶν αἱμάτων σου.


Φιλανθρωπίας σου δεῖξον τὴν ἄβυσσον, ἐπὶ πολὺ Παντοδύναμε Κύριε· ἐλέησον, σῶσον, οἰκτείρησον, καὶ τοῦ

λοιμοῦ τὸν λαόν σου ἀπάλλαξον, ἱκέσιον ὕμνον σοι ᾄδοντα.

Προκείμενον. Ἦχος δʹ.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (δίς)

Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.


Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

(Δόξα σοι, Κύριε, δόξα σοι.)


Ματ ηʹ 1 – 4


Τῷ καιρῷ ἐκείνῳ, καταβάντι τῷ Ἰησοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς

ἐλθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ὁ

Ἰησοῦς λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα

μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὃ προσέταξεν Μωσῆς, εἰς

μαρτύριον αὐτοῖς.

(Δόξα σοι, Κύριε, δόξα σοι.)

ΧΟΡΟΣ


Δόξα. Ἦχος βʹ.


Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.


Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.


Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ

ἀνόμημά μου.

Δέσποτα Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι, ὁ μὴ θέλων θάνατον, καὶ ζωῆς τὸ πλήρωμα, χαριζόμενος,

σὲ παροργίζομεν, ἀλλὰ σὲ καὶ μόνον, οἱ ταλαίπωροι λατρεύομεν· εἰς σὲ ἐλπίζομεν, πλήν σου προστασίαν οὐκ

ἔχομεν· διό σοι καταφεύγομεν, καὶ ἐν μετανοίᾳ κραυγάζομεν· Τοῖς ἐν ἁμαρτίαις, ἱλάσθητι Φιλάνθρωπε ἡμῖν,

καὶ ἀσθενείας τῆς λαίλαπος, τὸν λαόν σου λύτρωσαι.

ΧΟΡΟΣ

Κύριε, ἐλέησον. (ιβʹ)

ΧΟΡΟΣ


Ὠδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἐπὶ σοὶ τῷ Κυρίῳ, τῷ ζωὴν χορηγοῦντι, ἡμεῖς ἐλπίζομεν· ἐκ ταύτης ἡμᾶς σῶσον, τῆς λοιμικῆς ἀνάγκης, τῷ

ἐλέει σου κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θαυμαστὰ καὶ μεγάλα, ὑπὲρ γένους ἀνθρώπων, ὁ ἐργαζόμενος, Φιλάνθρωπε ἐκ λύμης, λοιμοῦ τοῦ

ἐνεστῶτος, ἡμᾶς ῥῦσαι τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἐν ὀδύνῃ μεγίστῃ, οἱ λοιμῷ βαρυτάτῳ, ἐπαπειλούμενοι, ἐλέησον βοῶμεν, καὶ σῶσον Ζωοδότα, τὸν λαόν σου

κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Λυτρωτὴν τοῖς ἀνθρώποις, ἡ ἀφράστως τεκοῦσα, Παρθένε Ἄχραντε, λοιμοῦ ἐπιδραμόντος, σφοδρῶς τῇ


οἰκουμένῃ, τὴν ὁρμὴν ἀναχαίτισον, καὶ δὸς γαλήνην ἡμῖν, χάριτι μητρικῇ σου.


Ὠδὴ ηʹ. Τὸν Βασιλέα τῶν οὐρανῶν.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Οἱ πεποιθότες, ἐπὶ σὲ μόνε Οἰκτῖρμον, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Ῥῦσαι ἡμᾶς Σῶτερ, ἐκ τοῦ λοιμοῦ

τῆς βλάβης.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀνάστα, σῶσον, τῆς ἐνεστώσης ἀνάγκης, τὸ ἀνθρώπινον· ἐλπὶς γὰρ σὺ εἶ μόνη, τῶν ἐν νόσῳ Σῶτερ, δεινῶς

χειμαζομένων.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τὰς ἁμαρτίας, ἄφες ἡμῖν Ζωοδότα· ἐπικάμφθητι ἡμῶν τῇ ταπεινώσει, καὶ δὸς τῷ λαῷ σου, ἀσφάλειαν ὑγείας.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Ὅρμος γαλήνης, ἐν τρικυμίᾳ τῆς νόσου, τῆς εὑρούσης ἡμᾶς σφόδρα Θεομῆτορ, ἡ χάρις γενέσθω, τῆς θείας

σου πρεσβείας.


Ὠδὴ θʹ. Κυρίως Θεοτόκον.


Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἐν τῷ ἐπικαλεῖσθαι, εἰσάκουσον Σῶτερ, τῶν οἰκετῶν σου ἐν θλίψει βοώντων σοι, καὶ ἐξελοῦ ἐκ κινδύνου,

ἡμᾶς λοιμώξεως.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τῆς σῆς φιλανθρωπίας, τὴν ἄβυσσον δεῖξον, καὶ τὰ ἐλέη σου Σῶτερ θαυμάστωσον, ἐξ ἀσθενείας λοιμώδους,

ἡμᾶς ῥυόμενος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Πρεσβείαις Χαραλάμπους, τοῦ Ἱεροάθλου, τῆς λοιμικῆς ἡμᾶς νόσου ἀπάλλαξον, ἵνα δοξάζωμεν Σῶτερ, τὸ

θεῖον κράτος σου.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.


Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τῶν ἀνθρώπων ἑτοίμη βοήθεια, τοῖς ἀσθενοῦσι τελείαν, τὴν ῥῶσιν

δώρησον.


Μεγαλυνάρια.


Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ

Θεοῦ ἡμῶν.


Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον

τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Δέσποτα Οἰκτῖρμον ὁ ἰατρὸς, ψυχῶν καὶ σωμάτων, σοῦ δεόμεθα ἐκτενῶς· Ἄνες, ἄφες Σῶτερ, ἡμῶν τὰς

ἁμαρτίας, καὶ σῶσον τῆς λοιμώδους, ὀργῆς τοὺς δούλους σου.

Νόσου ἐνεστώσης βροτολοιγοῦς, ὁ φόβος συνέχει, τὰς καρδίας πάντων ἡμῶν· πρόφθασον καὶ σῶσον, ἡμᾶς

ἐκλιπαροῦντας, τὸ μέγα ἔλεος σου, Εὔσπλαγχνε Κύριε.

Πρόβατα νομῆς σου πάντες ἡμεῖς, ὑπάρχομεν Σῶτερ, κἂν ἐν πλήθει ἁμαρτιῶν· Μὴ ἐξουδενώσῃς, ἡμῶν τὴν

ἱκεσίαν, ἀλλὰ τῆς ἀσθενείας, παῦσον τὸν τάραχον.

Ἀπὸ τοῦ αἰῶνος ὡς ἀληθῶς, ἕως τοῦ αἰῶνος, τὸ σὸν ἔλεος Ἀγαθέ· αὐτοῦ οὖν τῷ πλήθει, τὸ πλῆθος τῶν

ἀνθρώπων, τοῦ ἐπελθόντος ῥῦσαι, λοιμοῦ Φιλάνθρωπε.

Νόσου ἐπωδύνου τῇ ἀπειλῇ, ἡμᾶς τοὺς ἀθλίους, ἐν τῷ θλίψεσθαι χαλεπῶς, καὶ ἀπορουμένους, Κύριε μὴ

παρίδῃς, ἀλλ' ἐξελοῦ ταχέως, ἡμᾶς τῆς θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς

Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


ΑΝΑΓΝΩΣΤΗΣ


Τρισάγιον.


Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας

ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά

σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ

ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ

ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΧΟΡΟΣ

Ἀμήν.


Ἦχος πλ. βʹ.


Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ,

οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.


Δόξα.


Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ

ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.


Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν·

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν.

ΧΟΡΟΣ


Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.


Ἔκδεξον ὡς εὔσπλαγχνος ἡμᾶς, τοὺς χειμαζομένους τῷ φόβῳ, τῆς λοιμικῆς ἀπειλῆς· πρόφθασον καὶ

ποίησον, κατὰ τὸ ἔλεος, τὸ πολύ σου Φιλάνθρωπε, μετὰ τῶν σῶν δούλων, ταύτην τὴν ἱκέσιον, φωνὴν

δεχόμενος· Πρόσχες οἰκτιρμῶν σου ἐν πλούτῳ, εἰς τὸ βοηθῆσαι λαῷ σου, ἐπὶ σὲ ἐκ πίστεως ἐλπίζοντι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Εὐχὴ εἰς τὴν Ἐνεστῶσαν Λοιμικὴν Νόσον


Παντοκράτορ Κύριε, μακρόθυμε καί πολυέλεε, φιλάνθρωπε καί πολυεύσπλαχνε, ὁ τήν ἡμετέραν φύσιν εἰς

τὸ εἶναι παραγαγών καὶ πεσοῦσαν αὐτὴν πάλιν ἐξαναστήσας καὶ τὸν μονογενῆ σου Υἱὸν ἐξαποστείλας

Σωτῆρα καὶ Λυτρωτὴν καὶ εὐεργέτην, ἰατρεύοντα τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Αὐτὸς,

Δέσποτα μακρόθυμε, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπάκουσον τῆς δεήσεως ἡμῶν ἐν ἡμέρᾳ θλίψεως ἡμῶν, καὶ

διάσωσον τὸν λαόν σου ἀπὸ τῆς ἐπελθούσης λοιμοφόρου ἀπειλῆς· πᾶσαν γὰρ τὴν οἰκουμένην, Κύριε, ὀδύνη

καὶ φόβος κατέλαβε καὶ νὺξ θανάτου περιεκύκλωσεν ἡμᾶς, καὶ σὺ μόνος ἡ ἐλπὶς ἡμῶν· μνήσθητι τῶν

ἀμέτρων σου οἰκτιρμῶν· δεῖξον ἐφ᾿ ἡμᾶς τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας σου· μὴ ἐάσῃς ἡμᾶς κατησχυμένους

καὶ ἀπολλυμένους διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλ᾿ εἰσάκουσον φωνῆς δεήσεως ἡμῶν, ἧς ἐκ βαθέων

κράζομεν πρὸς σέ, καὶ μὴ ἀποστρέψης τὸ πρόσωπόν σου, μηδὲ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ πλάσματός του·

Βοηθὸς καὶ ῥύστης γενοῦ ἡμῖν, μὴ ἀποσκορακίσῃς ἡμᾶς, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν,

ἀλλὰ ἀνάστηθι καὶ λύτρωσαι ἡμᾶς· πρόφθασον τῇ συνήθει φιλανθρωπίᾳ σου, πάταξον τῆς λοιμικῆς

ἀσθενείας τὴν δύναμιν, ταπείνωσον τὸ φρύαγμα αὐτῆς· τὴν ὀδύνην καὶ κατήφειαν αὐτῆς εἰς χαρὰν

μεταποίησον καὶ τὴν γαλήνην τῶν ἀνθρώπων τῷ γένει πρυτάνευσον· ἐνίσχυσον τῷ βραχίονί σου τῷ ὑψηλῷ

τοὺς ἐν τῇ διακονίᾳ τῆς ὑγείας τοῦ λαοῦ σου τεταγμένους· ἀνάστησον ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ στρωμνῆς

κακώσεως τοὺς λοιμώξει περιπεσόντας, τὴν ὑγείαν αὐτοῖς χαριζόμενος· τὰς ψυχάς δε τῶν ἐκ τοῦ λοιμοῦ τὸ

ζῆν ἐκμετρησάντων ἐν σκηναῖς Ἁγίων ἀνάπαυσον, παράκλησιν τοῖς οἰκείοις αὐτῶν δωρούμενος. Σὐ γὰρ ὁ

ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ

Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(Ἀμήν.)

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


(Ἀμήν.)

εστάλη από κα Dimitra Laskari